Τρίτη 8 Δεκεμβρίου 2015

Όλα αρχίζουν με προσευχή.

Ερχόμαστε...

Όλα αρχίζουν με προσευχή.

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ὅτι Σοῦ ἐστίν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὰς νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σέ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν, καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς. Ὅτι σοί κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν, μόνος γὰρ εἶ ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σέ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σέ τὸν ἀγέννητον Θεὸν καὶ Πατέρα, σέ τὸν Υἱὸν τὸν μονογενῆ, σέ τὸ Ἅγιον Πνεῦμα τὸ παράκλητον, ὦ Τριὰς Παναγία, μοναδική τε καὶ ἑνιαία καὶ ἀδιαίρετε! Σέ καὶ νῷ καὶ καρδίᾳ καὶ στόματι ὁμολογοῦμεν καὶ εὐλογοῦμεν εἰς τοὺς αἰῶνας. Ἀμήν.